ἐπίδοξος ἢν τις ἀνὴρ τῶν ἐν στρατείαις, ἀξιώματος καὶ ἀρχῆς Ῥωμαϊκῆς ἐπειλημμένος. ἐπειδὴ δὲ ὁ δοῦλος αὐτοῦ γνήσιος πάρετος τὰ μέλη οἴκοι βέβλητο, συνιδὼν οἵας ὁ σωτὴρ εἰς ἑτέρους ἐπεδείκνυτο δυνάμεις, ἰώμενος τοὺς κάμνοντας, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν« ἀκούμενος, λογισμῷ κρίνας μὴ κατ’ ἄνθρωπον εἶναι τὸ θαῦμα πρόσεισιν ὡς θεῷ, οὐκ εἰς τὸ φαινόμενον ἀπιδὼν τοῦ σώματος ὄργανον, δι’ οὐ τὰς ὁμιλίας ἀνθρώποις ἐποιεῖτο, εἰς δὲ τὸν ἀφανῆ θεὸν τὸν διὰ τοῦ θνητοῦ τὰς οἰκείας ἀρετὰς ὑποφαίνοντα. διὸ προσέπεσε καὶ προσεκύνησε καὶ λιπαρῶν ἐδεῖτο καὶ αὐτὸς ἐπὶ τῷ παιδὶ τῆς θεικῆς εὐεργεοίας τυχεῖν.