ἐπίδοξος ἢν τις ἀνὴρ τῶν ἐν στρατείαις, ἀξιώματος καὶ ἀρχῆς Ῥωμαϊκῆς ἐπειλημμένος. ἐπειδὴ δὲ ὁ δοῦλος αὐτοῦ γνήσιος πάρετος τὰ μέλη οἴκοι βέβλητο, συνιδὼν οἵας ὁ σωτὴρ εἰς ἑτέρους ἐπεδείκνυτο δυνάμεις, ἰώμενος τοὺς κάμνοντας, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν« ἀκούμενος, λογισμῷ κρίνας μὴ κατ’ ἄνθρωπον εἶναι τὸ θαῦμα πρόσεισιν ὡς θεῷ, οὐκ εἰς τὸ φαινόμενον ἀπιδὼν τοῦ σώματος ὄργανον, δι’ οὐ τὰς ὁμιλίας ἀνθρώποις ἐποιεῖτο, εἰς δὲ τὸν ἀφανῆ θεὸν τὸν διὰ τοῦ θνητοῦ τὰς οἰκείας ἀρετὰς ὑποφαίνοντα. διὸ προσέπεσε καὶ προσεκύνησε καὶ λιπαρῶν ἐδεῖτο καὶ αὐτὸς ἐπὶ τῷ παιδὶ τῆς θεικῆς εὐεργεοίας τυχεῖν. μεθ’ ὅσης μὲν οὖν ἐξουσίας ἡ τοῦ σωτῆρος προενήνεκται φωνὴ ὅσην τε ἀρετὴν παρέστησεν ὁπόσης τε πεπλήρωτο δυνάμεως ὅσον τε καὶ τὸ φιλάνθρωπον καὶ πρόχειρον εἰς εὐεργεσίαν, ὡς ἐξ ἑτοίμου ἐπαγγείλασθαι τὴν αὐτοῦ παρουσίαν, οἶον δὲ καὶ τὸ θαῦμα τῆς εὐεργεσίας, 12—21 = Σ 12326—1248 12 ᾖ. vgl. Matth 8 5 ὖ. 15 vgl. Matth 23-S. 16, 31 = Σ 124 22—12525 23 ᾖ. vgl. Matth ff. 2 ἐπόπται — πεπραγμένων < Α die Augenzeugen waren dessen, uas damals geschah Σ 7 τὸ ἐναργὲς] Adverbium Σ 9 ταὐτὸ Σ Mai ταὐτὸν A Ι καὶ < Σ 12 τις Mai Σ ὁ Α 13 ὁ Mai < Α Ι δοῖλος] ob υἱὸς? wegen γνήσιος Wendland 17 τοῦ σώματος ἀπιδὼν ͌ Mai 18 τὸν Mai x< Α 19 διὸ < Σ Ι προσέπεσε — λιπαρῶν] fiel er nieder, betete vor ihm an, (bat) und rang Σ < Α Mai 23 οὑν Σ < Α Ι προενήνεκται Wendland Σ προσενήνεπαι A 24 ὅσην — παρέστησεν] und welche Vorzüglichkeit er gezeigt hat Σ < Α 25 καὶ Σ < 26 εὐεργεσίας Α Mittat συνεργίας?) Σ οὐδ’ ἔστιν ἐπαξίως νοῆσαι. τὸ γὰρ μὴ πλέον φθέγξασθαι τῷ χιλιάρχῳ ἢ »ὡς ἐπίστευσας γενηθήτω σοι« καὶ ἅμα λόγῳ καὶ τὴν ἴασιν τῷ αὐτοῦ παιδὶ παρασχεῖν καὶ ἀπαλλάξαι παραχρῆμα τοῦ νοσεῖν τὸν παρὰ βραχὺ τῷ θανάτῳ κατεσχημένον, πῶς οὐ θεὸν ἀληθῶς διὰ θνητῆς φωνῆς φθεγξάμενον παρίστη; ἀλλ’ εἰ πρὸς τοῦτό τις δυσπίστως ἔχει διὰ τὴν τοῦ θαύματος ὑπερβολήν, ἀλλ’ οὐκ ἐπὶ τῆς προρρήοεως σκήπτοιτο ἂν εὐλόγως, ἐφ’ ᾖ μείζων ὁ τῆς πράξεως ἔλεγχος ἀποδειζθήσεται, εἴ τις ἐν νῷ λάβοι, ὡς τότε μὲν εἶς Ῥωμαῖος ἦν ὁ τῷ σωτῆρι προσεληλυθὼς χιλίαρχος ὁ δὴ μείζονα καὶ εὐγνωμονεστέραν τοῦ Ἰουδαίων ἔθνους ἐνδειξάμενος τὴν εἰς αὐτὸν ὁμολογίαν, ὁ δ’ ἡμέτερος σωτὴρ πολλοὺς ἀνθ’ ἑνὸς ἔσεσθαι τοὺς κατ’ ἐκεῖνον μέλλον- τας αὐτῷ προσιέναι ἐκ τῶν τε πρὸς ἕω καὶ ἀνατολὴν κλιμάτων τῶν τε κατὰ δυόμενον ἥλιον οἰκούντων θεσπίζει, τοὺς διὰ τῆς εἰς αὐτὸν προπάτορσι τε καὶ ὁμολογίας τῆς ἴσης παρὰ θεῷ τιμῆς τοῖς Ἑβραίων προπάτορσι καταξιωθησομένους. ὅτι δὴ κἀκείνων ὁ προπάτωρ αὐ- τὸς δὴ ὁ βοώμενος Ἀβραὰμ ἐκ πατέρων ὁρμώμενος δειοιδαιμὀνων μετεβάλετο τὸν βίον, τῆς μὲν πολυθέου πλάνης ἀναχωρήσας, ἕνα δὲ τὸν ἐπὶ πάντων θεὸν ἐπιγνοὺς, ὁ ὁδὶ αὐτῷ καὶ τοῖς αὐτοῦ παισὶ τῷ Ιόαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίους ἔσεοθαι μυρίους καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἀνθρώπων καὶ τούτων μάλιστα τὰ πρὸς ἕω ἔθνη καὶ τοὺς κατὰ δυόμενον ἥλιον οἰκοῦντας προαγορεύει προστίθησί τε τούτοις καὶ τὸ μέγιοτον τῆς προρρήσεως· αὐτοὶ Ἰουδαῖοι οἱ τῶν θεοφιλῶν ἐκείνων ἀπόγονοι, τὸν Ἀβραὰμ αὐχοῦντες καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, διὰ τὴν εἰς αὐτὸν ἀντιλογίαν τε καὶ ἀπιστίαν, ὡς ἂν τοῦ τῆς γνώσεως φωτὸς ἀπεστερημένοι, ἀπόβλητοι γενήσονται εἰς τὸ σκό- τος τὸ ἐξώτερον, τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν ἐσχάτην ἀμαθίαν τοῦ τε σωτηρίου φωτὸς τὴν στέρησιν ὧδέ πη προαναφωνήσας. ἔνθα δὴ ἐπιστῆσαι τοῖς ἀποτελέσμασι προσήκει τὸν νοῦν ὀφθαλμοῖς τε αὐτοῖς παραλαβεῖν, ὡς Ἰουδαῖοι μὲν οἱ τῶν εἰρημένων θεοφιλῶν ἀνδρών γένος εἶναι σεμνυνόμενοι ἔκβλητοι γεγόνασιν οὐ τῆς τοῦ θεοῦ βασι- λείας μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν ἱερᾶς καὶ βασιλικῆς μητροπόλεως. 2 Matth 8 13 16 vgl. Gen 12 1 ff. Öm 4 1 ff. 1 μὴ πλέον Σ μόνον Α | τῷ — σοι Σ < Α 2 καὶ Σ < Α 3 αὐτοῦ Σ τοῦ ἑκατοντάρχου Α 3. 4 καὶ — κατεσχημένον Α < Σ (wohl mit Unrecht) κατισχημἐνον Α 4 ἀληθῆ Wendland 5 παρίστη + Zusatz von 4 Zeilen Α 003C Σ 6 ἔχοι Ε. Klostermann 17 μετεβάλετο] μετέβαλε Wendland Ι ἀναχωρήσας Α x< Σ 18 ὁδὶ Α x< Σ | αὐτῷ Σ x< Α 20 τῶν ἀνθρώπων Σ x< Α. 22 καὶ] und Σ x< Α οἱ Σ x< Α 25 ἀπόβλητοι γενήσονται] ἐξελεύσονται Σ ἀντὶ δὲ ἑνὸς τοῦ πάλαι τῷ σωτῆρι προσεληλυθότος χιλιάρχου ἄφατος ἀνδρῶν ἀριθμὸς ἐξ ἁπάντων τῶν ἐθνῶν οὐ χιλίαρχοι ἀλλὰ καὶ τὸ τοῦ ‘Ρωμαϊκοῦ στρατοπέδου πλῆθος ὡς καὶ μυρίοι ἄρχοντές τε καὶ ἠγεμόνες οἱ τῶν ἐθνῶν καὶ τῶν χωρῶν κρατοῦντες καὶ ἅλλοι τινὲς τιμῇ καὶ ἀξιώματι τούτων ὑπέρτεροι οἱ ἐν τοῖς βασιλείοις σεμνυνόμενοι ὁμοίως ἐκείνω τώ χιλιάρχῳ τῷ θεοῦ Χριστῷ προσιόντες καὶ διὰ τῆς αὐτοῦ τὸν τῶν παρ’ Ἑβραίοις λαμψάντων θεοφιλῶν ἀνδρών θεόν, τῆς ἴσης αὐτοῖς ἐκείνοις ἠξίωνται παρὰ τῴ παμβασιλεῖ θεῷ ἀμοιβῆς.