<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2018.tlg010.1st1K-grc1"><div type="textpart" subtype="fragment" n="14" corresp="urn:cts:greekLit:tlg2018.tlg010:4.33"><milestone unit="mspage" n="124r"/><p><add>διὸ δὴ</add> τὰς ἐν ψυχαῖς. διαφορὰς τῶν τὴν διδασκαλίαν αὐτοῦ
<milestone unit="altnumbering" n="167"/> μελλόντων ὑποδέχεσθαι ἐν τοῖς μετὰ ταῦτα κρόνοις εὖ μάλα ἐκγυμνοῖ <lb n="5"/>
<del>ὁ κύριος</del>. καὶ τρία μὲν τάγματα τῶν ού γνησίως τὸν σπόρον τῆς
αὐτοῦ διδασκαλίας παραδεχομένων ἔσεσθαι προαγορεύει. τρεῖς <add>δὲ</add>
ὡσαύτως ἀγαθῶν χοροὺς τῶν δίκην εὐγείου χώρας πολυφορούντων
καὶ πολυπλασιαζόντων τὸν λόγον. τῶν μὲν οὖν ἀπολλύντων τὰ
καταβαλλόμενα τῇ αὐτῶν ψυχῇ σπέρματα αἰτίας εἶναί φησι τρεῖς. <lb n="10"/>
ἢ γὰρ ὑπὸ φροντίδωνκ τοῦ βίου καὶ τῆς περὶ τὰ μὴ ἀναγκαῖα σπουδῆς
ὑπό τε πλούτου καὶ τρυφῆς καταχωννύντες τὸν ἐν αὐτοῖς σπόρον
ἐοίκασι τοῖς ὑπὸ ἀκανθῶν ἀποπνίγοθσι, ἢ οὐκ ἀπὸ βάθους διανοίας
αὐτὸν παραδεξάμενοι θᾶττον ἀποσβέννυνται εριστάσεως καταλαβούσης,
ἢ κατὰ τρίτην αἰτίαν αἴτιοι ἀπωλείας καθίστανται τοῦ ἐν αὐτοῖς <lb n="15"/>
σπόρου, τὰς, αὐτῶν ἀκοὰς ἐκδιδόντες ἀνέτως τοῖς ἐξαπατᾶν ἐθέλουσι 
καὶ ὐφαρπάζειν τὰ ἐν τῇ αὐτῶν ψυχῇ καταβληθέντα σπέματα. <gap reason="omitted"/>
ἐκεῖνοι μὲν οὖν οὐκ ἄλλως τῆς κατὰ θεὸν στέρονται καρποφοίας ἢ καθ’
ἕνα τῶν λελεγμένων τρόπων. οἱ δὲ ἐναντίως ἐκείνοις διακείμενοι
καθαρᾷ ψυχῇ καὶ προαιρέσει γνησίᾳ τὸν σωτήθιον ὑποδεξάμενοι σπόρον, <lb n="20"/>
πάλιν κατὰ δύναμιν τῆς αὐτῶν ψυχῆς πολυπλασίαζουσι τοῦς ἑαυτῶν
καρπούς.</p></div></div></body></text></TEI>