διὸ δὴ τὰς ἐν ψυχαῖς. διαφορὰς τῶν τὴν διδασκαλίαν αὐτοῦ μελλόντων ὑποδέχεσθαι ἐν τοῖς μετὰ ταῦτα κρόνοις εὖ μάλα ἐκγυμνοῖ ὁ κύριος . καὶ τρία μὲν τάγματα τῶν ού γνησίως τὸν σπόρον τῆς αὐτοῦ διδασκαλίας παραδεχομένων ἔσεσθαι προαγορεύει. τρεῖς δὲ ὡσαύτως ἀγαθῶν χοροὺς τῶν δίκην εὐγείου χώρας πολυφορούντων καὶ πολυπλασιαζόντων τὸν λόγον. τῶν μὲν οὖν ἀπολλύντων τὰ καταβαλλόμενα τῇ αὐτῶν ψυχῇ σπέρματα αἰτίας εἶναί φησι τρεῖς. ἢ γὰρ ὑπὸ φροντίδωνκ τοῦ βίου καὶ τῆς περὶ τὰ μὴ ἀναγκαῖα σπουδῆς ὑπό τε πλούτου καὶ τρυφῆς καταχωννύντες τὸν ἐν αὐτοῖς σπόρον ἐοίκασι τοῖς ὑπὸ ἀκανθῶν ἀποπνίγοθσι, ἢ οὐκ ἀπὸ βάθους διανοίας αὐτὸν παραδεξάμενοι θᾶττον ἀποσβέννυνται εριστάσεως καταλαβούσης, ἢ κατὰ τρίτην αἰτίαν αἴτιοι ἀπωλείας καθίστανται τοῦ ἐν αὐτοῖς σπόρου, τὰς, αὐτῶν ἀκοὰς ἐκδιδόντες ἀνέτως τοῖς ἐξαπατᾶν ἐθέλουσι καὶ ὐφαρπάζειν τὰ ἐν τῇ αὐτῶν ψυχῇ καταβληθέντα σπέματα. ἐκεῖνοι μὲν οὖν οὐκ ἄλλως τῆς κατὰ θεὸν στέρονται καρποφοίας ἢ καθ’ ἕνα τῶν λελεγμένων τρόπων. οἱ δὲ ἐναντίως ἐκείνοις διακείμενοι καθαρᾷ ψυχῇ καὶ προαιρέσει γνησίᾳ τὸν σωτήθιον ὑποδεξάμενοι σπόρον, πάλιν κατὰ δύναμιν τῆς αὐτῶν ψυχῆς πολυπλασίαζουσι τοῦς ἑαυτῶν καρπούς. αὐτίκα γὰρ Σαμαρεῖται Δοσίθεον μετὰ τοὰς χρόνους τοῦ σωτῆρος γενόμενον αὐτὸν εἶναι τὸν ὑπὸ Μωσέως προφητευόμενον προφήτην ἐπείσθησαν, ἀπατηθέντες ὑπ’αὐτοῦ ὡς τὸν Χριστὸν αὐτὸν εἶναι ἀποφήνασθαι. ἄλλοι δὲ πάλιν κατὰ τοὺς χρόνους τῶν ἀποστόλων Σίμωνα τὸν μάγον τὴν μεγάλην τοῦ θεοῦ δύναμιν ἐκαλουν, αὐτὸν εἶναι νομίσαντες τὸν Χριστόν. καὶ κατὰ τὴν Φρυγίαν δὲ Μοντανὸν ἕτεροι, ἀλλαχοῦ δὲ πάλιν ἑτέρους ἄλλοι νενομίασιν, καὶ 1 =luk 21 24 4–22 =Σ 167 12—25 11 ff. Matth 13 3–9. 18–23 24–S. 34, 3 = Σ 171 6–13 25 vgl. Dtn 1815 28 vgl. Act 810 1 δ’οὖν] nämlich Σ |οὗ Gr < A 2 συντέλειαν +einige Worte A < Σ 4 διὸ δὴ Σ < Α 6 ὁ κύριος Α < Σ 7 δὲ Σ < Α 10 αἰτίας oder τῶν ἀπολλύντων logischer Fehler des Eusebius. Wendland 17 σπέρματα + Α einen längeren Zusatz < Σ 18 οὖν < Σ 24 γὰρ Σ < Α 27 πάλαιν Σ < Α οὐ παύσονταί γε οἱ ἀπατεῶνες. προπσδοκᾶν γὰρ χρὴ καὶ πλείους τοιούτους ἔδεσθαι, ἐξ ὧν δὴ καὶ αὐτῶν ἡ ἀλήθεια τῶν σωτηρίων προγνώσεων τὴν μαρτυρίαν εἴληφεν.