Mai ὥσπερ δὲ ἐπὶ τοῦ καθ’ ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ᾿ οἶα ἐν ἀπορρήτοις τοῖς αὐτοῦ ταμείοις καθιδρυμένος τὰ πρακτέα βουλεύεται, λόγος δ’ ἐξ αὐτοῦ πρόεισι μονογενής, οἶα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίοταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῴ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα προίων εἰς τὰς πάντων ἀκοάς, εἶθ’ οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ’ ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ ταὐτὰ δὴ μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογονὴς παρτὸς πατρὸς υἱός , οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ’ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ ἐν φωνῇ δι’ ἀέρος πληττομένου σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων υἱὸς λόγος, κατ’ οὐσίαν τε ὑφεστὼς οἶα »θεοῦ δύναμις καὶ θεοῦ σοφία«, πρόεισι μὲν τῆς πατρικῆς τε καὶ βασιλείας , ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα . . . . 2—20 = Σ 74—18 L 230 5—25. Cramer VII 459 zu Hebr 4 12 aus cod. 2 ff. vgl. I Kor 211.16 Joh 1 18 18 vgl. I Kor 124. 2 ὡς L 4 δ’ Mai L