ἐγὼ μὲν γὰρ τέως ταῦθ’ ὑμῖν λελάληκα, φησίν, τὸ δὲ πνεῦμα τῆς ἀληθείας, ὃ καὶ αὐτὸ πέμψει ὁ πατήρ μου, πάντα ὑμᾶς διδάξει, ὅσα νῦν οὐ μεμαθήκατε διὰ τὸ μὴ χωρεῖν ὑμᾶς· ἀλλ’ ἐκεῖνος ἐλθών. λέγω δὲ ὁ παράκλητος, ἀναπληρώσει τὴν διδασκαλίαν, μετὰ τοῦ καὶ τῶν νῦν λεγομένων ὑπ’ ἐμοῦ μνήμην ὑμῖν ἐμποιῆσαι καὶ αὖθις ἐπάγει »ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ πάρα τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ«. δι’ ὦν ἁπάντων σαφῶς παρίστησιν ἐκεῖνον τὸν ὑπ’ αὐτοῦ πεμπόμενον καὶ τὸν μέλλοντα περὶ μαρτυρεῖν ἕτερον εἶναι παρ’ ἑαυτόν. ἐπεξεργάζεται δὲ τὸν λόγον ἔτι μᾶλλον καὶ δι’ ὧν ἐπιλέγει »ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς«. ἀπελθεῖν δὲ ἑαυτὸν λέγων ἐν τούτοις τε τὸ πάθος ἑαυτοῦ ἐσήμαινεν καὶ τὴν μετὰ τοῦτο πρὸς τὸν πατέρα ἄνοδον.