πλὴν ἐκ τούτων δείκνυται ἕτερον ὑπάρχον παρ’ αὐτὸν τὸ ἅγιον πνεῦμα, ὡς καὶ διὰ τῶν ἐπιφερομένων, δι᾿ ὧν πάλιν ἀναγέγραπται φήσας »ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα«. οἶς ἐπιφέρει »ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν«. ἀκούεις ὅπως πληθυντικῷ κέχρηται τρόπῳ τὸ »ἑλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα« περὶ αὑτοῦ καὶ τοῦ πατρὸς φήσας, καὶ ὡς περὶ τοῦ ἁγίου πνεύματος διαλαλῶν ὡς περὶ ἑτέρου ἔλεγεν τὸ »ἐκεῖνος ὑμᾶς διδάξει πάντα. τοιοῦτον δὲ ἦν καὶ τὸ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ’ ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας«. οὐκοῦν ἕτερος ἦν παρ’ αὐτὸν ὁ παράκλητος, περὶ οὐ τὰ τοσαῦτα ἐδίδασκεν. εἰκότως οὖν αὖθίς προσετίθει λέγων » ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί 1 Joh. 14, 15—17 — 6 Joh. 20, 22 — 11 Gen. 2, 7 — 12 Joh. 20, 22– 16 f vgl. Z. 7 — 20 Joh. 14, 23 — 23 Joh. 14, 25. 26 — 26 Joh. 14, 23 — 28 Joh. 14, 23 — 29 Joh. 14, 16. 17 — 33 Joh. 14, 25. 26 1 ἐδίδαξεν Kl vgl. S. 159, 38 R ἔδειξεν a. R, V2 | 10 ἅγιον str. Mo | 27 περὶ αὐτοῦ V μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον«.