ταῦτα δὲ ἔργοις ἐπλήρου μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. μεθ’ ἣν εἰπὼν τῇ Μαρίᾳ »μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου«, μετὰ ταῦτα ἅτε δὴ ἀνεληλυθὼς πρὸς τὸν πατέρα τοῖς μαθηταῖς ὤφθη τοῦ ἁγίου πνεύματος ἀπεσταλμένου καὶ 7 Joh. 15, 26 — 12 Joh. 16, 7 — 22 Joh. 5, 19 — 23 Joh. 5, 30 — 29 Joh. 16, 13 — 33 Joh. 20, 7 — 35 Luk. 24, 36. Joh. 20, 19 10 τὸν str. Kl | 13 ἐπέλθω V*, corr. V2 | 25 καὶ δι’ αὐτοῦ ὁ υἱὸς (καὶ σωτήρ κτλ.) Mo, ὁ υἱὸς καὶ δι’ αὐτὸ τοῦτο ? συνόντος αὐτῷ ἑτοίμου τε παρεστῶτος εἰς ἣν τέτακται διακονίαν, ὅτε καὶ ἅψασθαι αὐτοῦ ἐπιτρέπει τότε γὰρ »αύτοῖς ἐνεφύσησεν« καὶ τότε μέρος τι χαρίσματος τοῦ ἁγίου πνεύματος αὐτοῖς, τὸ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ποιητικόν, ἐδίδου· »διαιρέσεις« γὰρ »χαρισμάτων εἰσίν«, ὧν ἐκ μέρους μὲν αὐτοῖς ἐδωρεῖτο τότε συνὼν καὶ παρὼν αὐτοῖς, μετὰ δὲ ταῦτα μείζονος αὐτοὺς καὶ τελεωτέρας δυνάμεως ἐπλήρου. περὶ ἧς ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων πρὸς αὐτοὺς ἔφη »ὑμεῖς δὲ λήψεσθε ἐξ ὕψους δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς«· ὅτε καὶ βαπτισθήσεσθαι αὐτοὺς ἐν πνεύματι ἁγίῳ ἐπηγγέλλετο, ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο μετὰ τὴν ἀνάληψιν αὐτοῦ, κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἀποσταλέντος αὐτοῖς τοῦ ἁγίου πνεύματος ταῖς αὐτοῦ φωναῖς ἀκολούθως. πλείονος δὲ ἐξεργασίας καὶ σαφηνείας δεομένων τῶν κατὰ τὸν τόπον οὐ νῦν ἐπεξιέναι καιρὸς τῇ τῆς ἐξετάσεως ἀκριβείᾳ, ἐπεὶ μηδὲ τοῦθ’ ἡμῖν πρόκειται, παραστῆσαι δ᾿ ἐχρῆν ἕτερον εἶναι τοῦ υἱοῦ τὸ παράκλητον πνεῦμα, ὃ δὴ καὶ ἀπεδείχθη διαφόρως δι’ ὧν αὐτὸς ἐπαίδευσεν ὁ σωτήρ, πρός τε τοῖς ἄλλοις καὶ ἐν οἶς ἔλεγεν »ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν πᾶσαν·