τίς οὑν οὕτως ἠλίθιος ὡς μετὰ τοσαύτας φωνὰς ἕνα καὶ τὸν αὐτὸν εἶναι φάναι τὸν ταῦτα λέγοντα καὶ τὸν περὶ οὗ ταῦτ’ ἔλεγεν, ἀκούων αὐτοῦ σαφῶς διοριζομένου τὴν ἀλήθειαν φάσκειν, καὶ τίς ἡ ἀλήθεια παριστῶντος, ὡς εἰ μὴ ἀπέλθοι αὐτός, μὴ ἄν ποτε ἥξειν τὸ ἅγιον πνεῦμα. εἰ δὲ ποτὲ μὲν τὸν πατέρα πέμψειν τὸ πνεῦμα τὸ ἅγιον ποτὲ δὲ ἑαυτὸν διορίζεται, οὐκ ἐναντία δήπουθεν διδάσκει· πάντα γὰρ ὅσα ἐὰν »βλέπῃ τὸν πατέρα ποιοῦντα«, »ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ« καὶ »καθὼς ἀκούει, κρίνει«. διὸ τῇ τοῦ πατρὸς κρίσει, ὅτε καὶ βούλεται ὁ πατήρ. τηνικαῦτα ὁ υἱὸς καὶ † δι᾿ αὐτοῦ ὁ σωτὴρ ἀποστέλλει τοῖς αὐτοῦ μαθηταῖς τὸ πνεῦμα τῆς ἀληθείας τὸ παράκλητον, πρὸς τὸ παρακαλεῖν αὐτοὺς καὶ παραμυθεῖσθαι ἐφ’ οἷς κηρύττοντες τὸ εὐαγγέλιον ὑπὸ τῶν ἐλαυνόντων αὐτοὺς ἔπασχον· οὐ μόνον δὲ πρὸς τὸ παρακαλεῖν αὐτούς, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι αὐτοὺς πᾶσαν τὴν ἀλήθειαν τῆς καινῆς διαθήκης, ἣν οὐκ ἐχώρουν ὑπὸ τοῦ σωτῆρος διδάσκεσθαι, ὁπηνίκα ταῦτα αὐτοῖς ὡμίλει διὰ τὸ ἔτι τῇ Ἰουδαϊκῇ δεδουλῶσθαι ἀγωγῇ.