καὶ ὅτι γε ἕτερόν ἐστιν τὸ πνεῦμα τὸ ἅγιον τοῦ υἱοῦ διαρρήδην ὅπως ὁ καὶ διαφόρως λευκοτάτοις ῥήμασιν αὐτὸς ὁ σωτὴρ καὶ κύριος 6 Joh. 16, 14 — 8 Joh, 20, 22 — 14 Mark. 4, 3 Par. — 17 Dan. 7, 10 — ἐδίδαξεν. πνευματος 18 Luk. 3, 22 — 21 Hiob 1, 12 — 22 Hiob 2, 7 — 24 Ι ön. 22, 21 — 30 Joh. 16, 14 2 τὸν Kl | 7 οὐδέπω τοῖς V*, corr. V2 | 23 ἔνθ’ Mo εἶτ’ V | 29 ὑπάρχων V*, corr. V2 | 31 ἕν V2 a. R. ὑν V* | 34 hier δ΄ a. R. V | 37 R ἐδίδασκεν S. 137, ἡμῶν ἐδίδαξεν , ἐν οἶς πρὸς τοὺς αὐτοῦ μαθητὰς ἔλεγεν »ἐὰν πᾶτε με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε. καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καί ἄλλον παράκλητον δώσει ὑμῖν ἴνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν«. ὁρᾷς ὅπως τὸ πνεῦμα τὸ παράκλητον ἕτερον εἶναί φησιν καὶ ἄλλο παρ’ ἑαυτόν. εἰ δὲ ἐμφυσήσας τοῖς μαθηταῖς εἶπεν »λάβετε πνεῦμα ἃγιον«, οὐ χρὴ ἀγνοεῖν ὡς τὸ μὲν ἐμφύσημα καθαρτικόν πὼς ἦν τῆς τῶν ἀποστόλων ψυχῆς ἐπιτηδείους αὐτοὺς παρασκευάζον τῆς τοῦ ἁγίου πνεύματος ὑποδοχῆς. οὐ γὰρ εἰς τὸ πρόσωπον αὐτῶν ἐμφυσῆσαι λέγεται οὐδ’ ὅτι πνοὴν ζωῆς οὐδ᾿ ὅτι πνεῦμα ἅγιον, ὡς ἐπὶ τοῦ Ἀδὰμ ἀναγέγραπται ὅτι »ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς«, ἀλλ’ ἐμφυσῆσαι μὲν εἴρηται πρότερον, ἔπειτα εἰπεῖν »λάβετε πνεῦμα ἅγιον«. τὸ δὲ διδόναι αὐτὸν τὸ πνεῦμα πάλιν ἕτερον αὐτὸν παρίστη τοῦ διδομένου· οὐκ ἂν γὰρ ὁ αὐτὸς ἦν ὁ διδοὺς καὶ τὸ διδόμενον, ἀλλ’ ὁ μὲν παρέχων ἦν ὁ σωτήρ, τὸ δὲ διδόμενον τὸ ἅγιον πνεῦμα, οἱ δὲ λαμβάνοντες οἱ ἀπόστολοι, τὸ δ’ ἐμφύσημα καθαρτικὸν ὡς ἔφην τῶν ἀποστόλων ἢ καὶ ἐνεργητικὸν τῆς μεταδόσεως τοῦ ἁγίου πνεύματος, ἑκατέρως γὰρ νοεῖν δυνατόν.