πῶς γὰρ εἰ ἐκ τοῦ πατρὸς ἐκπορεύεται παρὰ τοῦ υἱοῦ τὴν διακονίαν ταύτην λαμβάνειν ἐπαγγέλλεται; ἀνάγκη γὰρ εἰ δύο διαιρούμενα, ὡς Ἀστέριος ἔφη, πρόσωπα εἴη, ἢ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορευόμενον μὴ δεῖσθαι τῆς παρὰ τοῦ υἱοῦ διακονίας (πᾶν γὰρ τὸ ἐκ πατρὸς ἐκπορευόμενον τέλειον εἶναι ἀνάγκη, προσδεόμενον τῆς παρ’ ἑτέρου βοηθείας), ἤ, εἰ παρὰ τοῦ υἱοῦ λαμβάνοι καὶ ἐκ τῆς ἐκείνου δυνάμεως διακονοίη τὴν χάριν, μηκέτι ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι. καὶ μεθ’ ἕτερα ἐπάγει εἰ δὲ τὸ Εὐαγγέλιον ὅτι ἐμφυσήσας τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἅγιον« ἔφησεν, δῆλον ὅτι ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐξῆλθεν. πῶς οὑν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πάλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται; καὶ προστίθησιν μεθ’ ἕτερα οὐκ ὀρθῶς οὖν οὐδὲ προσηκόντως εἴρηκεν τρεῖς ὑποσὰσεις εἶναι, φήσας οὐχ ἅπαξ ἀλλὰ καὶ δεύτερον. 3 f Joh. 15, 26 — 5 Joh. 16, 13. 14 — 10 f Joh. 15, 26 — 12 Joh. 16, 14 — 16 Joh. 15, — 17 Joh. 16, 14 — 18 Joh. 20, 22 — 28 Joh. 20, 22 1 καὶ üb. d. Z. V1 | 7 σοξάζει V*, corr. V2 | 8 δὲ Mo | 13 οὐκ ἄρα Kl οὐ γὰρ V οὐ γοῦν Re | 20 λαμβάνειν Kl vgl. Z. 25 διακονεῖν V | 25 λαμβάνει V, corr. Kl | 28 Εὐαγέλιον] + λέγει? διὰ δὴ τούτων καὶ τῶν τούτοις ὁμοίων ο σοφώτατος πειρᾶται κατασκευάζειν ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν τὸ ἅγιον πνεῦνα, τριῶν ὀνομάτων κατὰ μιᾶς ὑποστάσεως κειμένων. οὐδὲ γὰρ ἐν τούτοις συνῆκεν ὅπως καὶ ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι λέγεται καὶ τὸ ἅγιον πνεῦμα ὁμοίως, οὐδὲ νοῆσαι δεδύνηται πῶς περὶ τοῦ ἁγίου πνεύματος εἶπεν ὁ σωτὴρ τὸ »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐδὲ πῶς τοῖς αὐτοῦ μαθηταῖς ἐμφυσήσας ἔφη »λάβετε πνεῦμα ἅγιον«. ὃ δὴ τοῖς εὐσεβῶς θεωροῦσιν ῥᾳδίαν ἕξει τὴν λύσιν, εἰ λογίσαιτό τις ὡς ὁ υἱὸς ἀεὶ συνὼν καὶ συμπαρὼν τῷ πατρὶ εἴσω που ὥσπερ ἐν ἀδύτοις καὶ ἀβάτοις τῆς πατρικῆς βασιλείας ἐτύγχανεν ὤν, εἶτα δὲ ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους πρὸς τοῦ πατρὸς ἐκπεμπόμενος ἐκ τοῦ πατρὸς ἐξεληλυθέναι ἑαυτὸν ἔλεγεν. ὃ δὴ καὶ ἑτέρωθι διὰ παραβολῆς ἐδήλου περὶ ἑαυτοῦ λέγων »ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι«·