ὡς αὖ πάλιν καὶ τὸ λέγειν τὰ τρία ἓν εἶναι, τὸν πατέρα καὶ ὅπως υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, Σαβελλίου γὰρ καὶ τοῦτο. ὃ δὴ καὶ τουτο. ο δη καὶ συνιεὶς τὰς αὐτὸ Μάρκελλος ὧδέ πη γράφων ἀπεφαίνετο γραφάς ἀδύνατον γὰρ τρεῖς ὑποστάσεις οὔσας ἑνοῦσθαι μονάδι. ὡρίζετο μιαν ειναι εἰ μὴ πρότερον ἡ τριὰς τὴν ἀρχὴν ἀπὸ μονάδος ἔχοι. ἐκεῖνα γὰρ ἀνακεφαλαιοῦσθαι ἔφησεν μονάδι ὁ ἱερὸς Παῦλος, ἃ μηδὲν τῇ ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα τῶ θεῶ διαφέρει μόνα. 2 Prov. 8, 30 — 4 ff vgl. Nr. 54. 92. 108 — 19 ff vgl. Nr. 52 — 23 Gen. 1, 26 — 24 vgl. S. 43, 7 ff. 119, 29 ff — 34 Eph. 1, 10 10 ἢ Kl | δήπου Ga δέ που V | 17 παρέστη V*, corr. V2 | 29 hier a. R. γ΄ V | ἒν Kl | 35 τοῦ θεοῦ V*, corr. V2 εἶτα πειρᾶται τοῦτο κατασκευάζειν ἑξῆς προίων καὶ λέγων εἰ τοίνυν ὁ λόγος φαίνοιτο ἐξ αὐτοῦ τοῦ πατρὸς ἐξελθὼν καὶ πρὸς ἡμᾶς ἐληλυθώς, τὸ δὲ πνεῦμα τὸ ἅγιον, ὡς καὶ Ἀστέριος ὡμολόγησεν, παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὖθίς τε ὁ σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι »οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐ σαφῶς καὶ φανερῶς ἐνταῦθα ἀπορρήτῳ δὲ λόγῳ ἡ μονὰς πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμῶς ὑπομένουσα; εἰ γὰρ ὁ μὲν λόγος ἐκ τοῦ πατρὸς ἐκπορεύεται, τὸ δὲ πνεῦμα καὶ αὐτὸ ὁμολογεῖται ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι, αὖθίς τε περὶ τοῦ πνεύματος τὸν σωτῆρα λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὺμῖν«, οὐκ ἄρα πρόδηλόν ἐστιν κεκρυμμένον ἀνακαλύπτεσθαί τι μυστήριον; πῶς γάρ, εἰ μὴ ἡ μονὰς ἀδιαίρετος οὖσα εἰς τριάδα πλατύνοιτο, ἐγχωρεῖ αὐτὸν περὶ τοῦ πνεύματος ποτὲ μὲν λέγειν ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται, ποτὲ δὲ λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, αὐθίς τε ἐμφυσήσαντα τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἅγιον« εἰρηκέναι;