εἶθ’ ὥσπερ διασαφῶν τὴν τῶν εἰρημένων διάνοιαν ἐπιλέγει τίς γὰρ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἐπίστευσεν ἂν ὅτι λόγος θεοῦ διὰ παρθένου τεχθεὶς τὴν ἡμετέραν ἀναλήψεται σάρκα καὶ τὴν πᾶσαν θεότητα ἐν αὐτῇ σωματικῶς ἐπιδείξεται; καὶ ὥσπερ ἐντελῆ τὴν διάνοιαν ἀποδοὺς ἐπάγει 1 Num. 20, 17; 21, 22 — Deut. 30, 15 (Jer. 21, 8) — 3 Ps. 1, 6 — 4 Jer. 6, 16 — 9 Prov. 8, 22 — 16 öm. 11, 33 — 21 Prov. 8, 22 — 24:f Prov. 8, 22 — 26 Joh. 5, 17 — 27 Job. 17, 4 — 32 Kol. 2, 9 1 πορευσόμεθα LXX | τέθηκα V*, corr. V2 | 4 καὶ] + ἴδετε καὶ LXX | 8 τοῦ θεοῦ str. Kl | τοῦ2 str. V2 | ἑαυτοῦ V | 11 ὥν Kl ἧ ἂν V* εἴη ἂν V2 | 12 ὀρθώς] + οὑν üb. d. Ζ. V2 οὐκοῦν τοῦτ’ ἔστιν τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«. καὶ ταῦτα δὲ ἔγραφεν, οὐ δυνηθεὶς τοὺς τῆς διανοίας ὀφθαλμοὺς »εἰς ὕψος« ἄραι καὶ τῴ προφήτῃ παραπλησίως εἰπεῖν »ὃτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας« οὐδὲ μνημονεύσας τοῦ προφητικοῦ λόγου, δι’ οὗ εἴρηται »τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν«. εἰ γὰρ τούτοις προσεσχήκει, ἔγνω ἂν ὅτι πρὸ οὐρανοῦ καὶ τῆς καὶ πρὸ τοῦ σύμπαντος κόσμου καὶ οὐ πρὸ τῶν ὁρατῶν μόνον ἀλλὰ καὶ πρὸ τῶν νοητῶν ἔργων τοῦ θεοῦ, τῶν ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις δυνάμεσιν ἐν ὑποστάσει ὄντων, ἦν καὶ προῆν ὁ ταῦτα λέγων. ὁ δὲ μεταβὰς ἐπὶ τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, πάλιν τὴν σάρκα εἰς μέσον ἄγει λέγων οὕτως θεμέλιον τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν.