ἐν οἶς προσήκει ἐπισκέψασθαι τίνα τρόπον ἐθελοκωφῶν τοῦ μὲν »συμπαρήμην« οὐκ ἀκούει, ὃ σημαίνει διαρρήδην παρουσίαν τοῦ υἱοῦ σὺν τῷ πατρί, ἀποφαίνεται δὲ τῇ γραφῇ ἐναντίως μηδένα εἶναι πλὴν τοῦ θεοῦ πρὶν γενέσθαι τὰ γενόμενα· καὶ οὐκ ἔφριξεν ταύτην ἀφεὶς τὴν φωνήν, ἀρνητικὴν οὖσαν τοῦ υἱοῦ, οὐδὲ τὴν θείαν γραφὴν ἐδυσωπήθη μαρτυροῦσαν πρὸ τῆς τοῦ οὐρανοῦ κτίσεως μόνον αὐτὸν συμπαρεῖναι τῷ πατρί. »ἡνίκα« γάρ φησιν »ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. ἡ γὰρ σὺν πρόθεσις τῷ παρεἷναι προσκειμένη τὴν κατὰ τὸ αὐτὸ σὺν ἑτέρῳ παρουσίαν δηλοῖ. οὐχ ἁπλῶς οὖν παρεἷναι, ἀλλὰ συμπαρεῖναι ἑαυτὸν τῷ πατρὶ διδάσκει καὶ ὁ πατὴρ δὲ οὐχ ἁπλῶς ἔχαιρεν, ἀλλὰ προσέχαιρεν τῇ παρουσίᾳ τοῦ υἱοῦ· διό φησιν »ἐγὼ ἤμην ᾖ προσέχαιρεν καθ’ ἡμέραν«. τὸ δὲ καὶ εὐφραίνεσθαι αὐτὸν ἐνώπιον τοῦ πατρὸς πῶς ἂν ἁρμόσειεν μὴ ὑφε- 2 Prov. 8, 30 — 4 Prov. 8, 30. 31 — 22 Prov. 8, 27 — 25 f vgl. Nr. 54. 92. 108 — 29 Prov. 8, 27 — 34 Prov. 8, 30 12 ἀληθινοῦν τῆς V*, corr. V2; vgl. S. 141, 31 | 15 ποιῆσαι] εἶναι and. St. | 20 ὁ and. St. | 24 ὃς . . . τῴ υἱῷ V*, corr. V2 | 25 σὺν Zahn vgl. Z. 30 f στῶτι λόγῳ, ἐν αὐτῷ δὲ τῷ θεῷ ὄντι καὶ σημαντικῶς ἐνεργοῦντι, ἄντικρυς τοῦ εὐφραίνεσθαι καὶ τοῦ »ἐνώπιον αὐτοῦ« τὴν ὑπόστασιν αὐτοῦ παριστώντων. ἀλλὰ τούτων Μάρκελλος οὐδένα λόγον ποιησάμενος ἀθετεῖ μὲν τὸν υἱόν, λόγον δέ φησιν ἔνδον ὄντα ἐν τῷ θεὴ ποτὲ μὲν ἐνεργείᾳ δραστικῇ προϊέναι, ποτὲ δὲ ἔνδον εἶναι ἐν αὐτῷ μὴ ἐνεργοῦντα· καὶ οὐχ ὁρᾷ ὅτι τὸ λέγειν εἶναί τι ἐντὸς καὶ ἐκτὸς τοῦ θεοῦ σύνθετόν τι ὑποτίθεται καὶ σωματικὸν πάθος, ὅπερ οὐ θέμις ἐπὶ τῆς ἀγενήτου καὶ ἀσωμάτου φύσεως παραδέχεσθαι.