οἶδεν δὲ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὁ αὐτὸς ἀπόστολος καὶ τὸ οὐράνιον ὄρος ἐφ’ ᾦ ταύτην εἶναί φησιν λέγων »προσεληγύθατε Σιῶν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκοων ἀπογεγραμμένων ἐν οὐρανοῖς«. καὶ τούτων τοιγαροῦν ἁπάντων προὐπάρχων ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς τὰ τῆς οἰκείας ἀπορρήτου γεννήσεως ἐπικεκρυμμένως διὰ τῶν Παροιμιῶν ᾐνίττετο. καὶ ὅτι γε ταῦτα ὑπέβαλλε νοεῖν, δῆλον ἂν γένοιτο ἀφ’ ὧν συνάπτει ἑξῆς λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ« ἔνθα ὁ γενναῖος τῶν γραφῶν ἑρμηνεὺς ἀποκλεισθεὶς ἔστη, 1 Prov. 9, 12 — 5 ff vgl. S. 127, 11. 28. 143, 26 ff — 19 ff Kol. 1, 16. 17 — 23 Prov. 8, 25 — 28 Hebr. 12, 22. 23 — 34 Prov. 8, 27 1 καλῶς . . καλὸς) σοφῶς . . σοφὸς LXX | 4 ἀναλέξει (-ξη V2) V, corr. | 21 τὰ Str. V2 | αὐτὸν g αὐτῶν V | 22 ἔνθεν ὅς Kl vgl. Mo u. S. 110, 22 ἐνθέως V | 25 δρᾶσθαι V, corr. Zahn | αὐτὸν γεγενῆσθαι V μηκέθ’ ὑπερβάς, τῷ μὴ δεδυνῆσθαι ἐξομαλίσαι τὴν ἀκολουθίαν τῆς ἀποδοθείσης αὐτῶ, περὶ τῆς σαρκὸς τοῦ σωτῆρος ὑποθέσεως. ἄνω γὰρ καὶ κάτω τῆς σαρκὸς μνημονεύσας καὶ πάντα εἰρῆσθαι περὶ τῆς σαρκὸς ἀποφηνάμενος μέχρι μὲν τῶν ὀρῶν καὶ τῶν βουνῶν ἔφθασεν τοὺς ἀποστόλους ταῦτ’ εἰπὼν εἶναι, τὰ δέ γε τούτοις ἀκόλουθα ἑκὼν παρέδωκε σιωπῇ, μηκέτι τῆς γραφῆς περαιτέρω προελθεῖν τολμήσας.