ἔφη γὰρ ἔκτισεν ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἐκτιοεν. τὸ μὲν οὑν ἐκτίσθαι ἔγνωμεν, τὸ δὲ καὶ γεγεννῆσθαι αὐτὴν ὑπὸ τοῦ θεοῦ πῶς ἂν ἀποδοθείη . τοῦ σωτῆρος ἡμῶν λέγοντος sτὸ γεγεννη- μένον ἐκ τῆς σαρκὸς σάρξ ἐοτινῦ, καὶ ὁ ἀπόστολος δέ φησιν »γενόμενός ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«. πώς οὖν ἡ οὰρξ εἶπεν ἂν περὶ τοῦ θεοῦ τῶν ὅλων τὸ »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«; ταῦτα μὲν οὑν ὡς βεβιασμένην ἔχει τὴν ἑρμηνείαν οἶμαι παντί τῳ καταφανὲς εἶναι. ἀβιάστως δ’ ἂν εἴποι τις τὸν υἱὸν τοῦ θεοῦ καὶ δίχα παντὸς ἀλληγορικοῦ τρόπου ταῦτα ἐπαληθεύειν , ἐπεὶ καὶ τῆς γῆς προὐπῆρχεν, ἢν τε καὶ προῆν πρὸ τοῦ προελθεῖν τἃς σωμα- τικὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τῶν αἰοθητὥς λεγομένων ἀβύσσων καὶ πρὸ τοῦ ουοτῆναι τὸ τῆς γῆς ὄχημά ἐν τοῖς τῶν ὀρῶν καὶ τῶν βουνῶν ἀναστήμασιν· »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«. εἰ ὁ’ ἐρωτήσειέν τις, διατί μὴ πρὸ τῶν οὐρανῶν μηδὲ πρὸ τῶν ἐν οὐρανοῖς ἢ τῶν ἐπέκεινα θείων καὶ ὑπερκοσμίων δυνάμεων τε καὶ πνευμάτων ἑαυτὸν εἶναι ἐδίδασκεν λελέξεται αὐτῷ ὅτι τούτων τέως {ουκ) ἐμνημόνευσεν ὁ λόγος, ἐπειδὴ παιδαγωγίαν τινὰ διὰ τῶν Παροιμιῶν τοῖς τὰς ψυχὰς νηπίοις παρε- δίδου.