ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διηκρίβωσεν ἄν, εἴ τις ἦν αὐτῷ φροντὶς τῆς τούτων καταλήψεως. νῦν δὲ προχείρως χείρως οὕτως καὶ διαλελυμένως τὰς τῶν ἁγίων καρδίας τὰς ἀβύσσους εἶναι ἀποφηνάμενος, οὐδ’ οὕτως συνῆκεν ὡς πρὸ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν τῶν ἐξ αἰῶνος γενομένων ἑαυτὸν ὑπάρχειν ἐδίδαξεν ὁ εἰπὼν »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«· ὡς πανταχόθεν μὴ δύνασθαι τῇ σαρκὶ τοῦ σωτῆρος ἐφαρμόζειν τὰς προκειμένας λέξεις. ὁ δὲ ἐφ’ ἑτέραν μεταβὰς ῥῆσιν τῆς αὐτῆς γραφῆς, καὶ ταύτην οὕτως ἑρμηνεύει λέγων τί τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται. καὶ ταῦτα λέγων οὐ συνίησιν ὡς καὶ τοῦ Ἰσραὴλ δώδεκα ἠσαν φυλαὶ καὶ δώδεκα οἱ τούτων πατριάρχαι μία τε βίβλος ἡ τῶν δώδεκα προφητῶν, ἀλλὰ καὶ δώδεκα τῆς ἡμέρας ὥραι καὶ μῆνες τοῦ παντὸς ἔτους δώδεκα.