ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὠσιν τετελειωμένοι εἰς τὸ ἓν«. πρὸς δὲ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τώ πατρὶ« παραθήσομεν τὴν αὐτοῦ πάλιν φωνὴν δι’ ἧς ὑπερευχόμενος αὐτῶν ἔλεγεν »καθὼς οὐ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς«· δι’ ὣν σαφῶς παρίστησιν οὕτως εἶναι ἐν αὐτώ τὸν πατέρα καθὼς καὶ ἐν ἡμῖν εἶναι βούλεται· οὐχ ὅτι καθ’ ὑπόστασιν μίαν εἶς ὢν τυγχάνει αὐτὸς καὶ ὁ πατήρ, ἀλλ’ ὅτι τοῦ πατρὸς μεταδεδωκότος αὐτῷ τῆς οἰκείας δόξης, καὶ αὐτὸς ὁμοίως τοῖς οἰκείοις, τὸν πατέρα μιμούμενος, μεταδίδωσιν. διό φησιν, »κἀγὼ τὴν δόξαν ἣν ἔδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἓν.« »καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν.« οὕτως οὖν ἕν εἰσιν ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τὴν κοινωνίαν τῆς δόξης, ἧς τοῖς αὐτοῦ μαθηταῖς μεταδιδοὺς τῆς αὐτῆς ἑνώσεως καὶ αὐτοὺς ἠξίου. 2ff R u. 3 Joh. 10, 30 — 5 vgl. Nr. 34.61—7 Job. 17, 22. 23 — 10 I Kor. 15, 28 — 11 vgl. Nr. 64. 65 — 13 Joh. 10, 30 — 14 Joh. 10, 38 — 15 Joh. 14, 9 — — Joh. 10, 30 — 18 Joh. 17, 22. 23 — 19 Joh. 10, 38 — 21 Joh. 7, 21. 22 — 27 Joh. 17, 22 — 29 Joh. 17, 21 1 bier a. R. ἴη V | 5 αὐτῆς] aucb mr αὐτοῦ m, docb vgl. Z. 17 u. ö. | 7R οἱ S. 137, 34 Ι 9 καὶ1 str. V2 | 10 λόγιον Kl λοιπὸν V | 13 τὸ m | Kl I 17 αἰνέσεως V*, corr. V2 a. R. | 32 αὐτοὺς Kl αὐτὸς V καὶ πάλιν οὕτως ἢν ὁ πατὴρ ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῶ πατρί, ὅτι ὡς ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτων καὶ ἐν τοῖς ἁγίοις ἅπασιν ἔσται. ὡς ὁ θεῖος ἀπόστολος καὶ ἶερι πάντων διδάσκει τῶν τῆς ἐπουρανίου βασιλείας ἀξίων λέγων· »τότε ἔοται ὁ θεὸς πάντα ἐν πᾶσιν«, ὡς καὶ τὸ »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω« λέλεκται, ἀλλὰ καὶ ἡμεῖς δ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν« καὶ ταῦτα πάντα περὶ ἡμῶν λέλεκται, τῶν κατ’ ἰδίαν ὑπόστασιν ὑφεστώτων καὶ ξώντων καὶ μηδὲν ἐχόντων κοινὸν πρὸς τὴν πατρκην θεότητα.