βασιλεύων δὴ τότε ὁ υἱὸς τοῦ θεοῦ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους πάντας τῷ αὐτοῦ παραδώσει 1 I Kor. 15. 28 — 4 Ι Kor. 15, 24 — 8 u. 9 ff R I Kor. 15, 28 — 10 II Kor. 6, 16 — 13 I Kor. 13,9 — 15 II Kor. 6, 16 — 16 I Kor. 15, 28 — 17 f II Kor. 6, 16 — 20 Joh. 10, 38 — 21 II Kor. G, 16 — 25 I Kor. 15, 28 — 32 Luk. 1, 33 2 ἂληκτον m | ποιησόμενος g ποιησόμενον V | 7 hier a. R. ιε΄ V | 8 φῆσαν V* vgl. S. 180, 10 φήσαντος V 2 Ι 9R τὸ τότε S. 137, 27 Ι 21 τὸ πᾶσιν V*, corr. V 2 πατρί, οὐ παυσόμενος τῆς βασιλείας οὐδ’ ἀναχωρῶν αὐτῆς, οὐδὲ γὰρ παύσεσθαι αὐτὸν τῆς βασιλείας ὁ θεῖος ἀπόστολος ἔφη (ἦ γὰρ ἂν τἀναντία ἔγραφεν τῷ Γαβριὴλ θεσπίσαντι πρὸς τὴν παρθένον βασιλεύσειν αὐτὸν »εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ« μὴ »τέλος«), ἀλλὰ παραδώσειν »τὴν βασιλείαν«, δηλαδὴ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους, »τῷ θεῷ καὶ πατρί«. τελειωθέντας γὰρ ὑπ’ αὐτῷ τοὺς πάντας ὡσανεὶ φαιδρυνόμενος τῷ τελειωθέντας παραδώσει τώ πατρὶ οἶά τινα παραθήκην ἀποδεδεγμένος· ὃ δὴ διδάσκει λέγων αὐτὸς »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«. διὸ ἀκολούθως οἷα φύλαξ ἀγαθὸς σώαν καὶ κατὰ πάντα ἐρρωμένην τὴν παραθήκην φέρων παραδώσει τώ θεῷ, ἀρχιερέως δίκην τοὺς ὑπ’ αὐτῷ ἱερουμέ- νους πάντας λευχείμονας καὶ ὡσπερεὶ λαμπροτάταις στολαῖς τοῖς τῆς ἀναστάσεως ἀφθάρτοις σώμασιν ἐξαστράπτοντας ῥάπτοντας παριστῶν αὐτῷ, ἵνα μὴ μόνης τῆς ὑπ’ αὐτῷ βασιλείας ἀπολαύωσιν ἀλλὰ καὶ τῶν τοῦ πατρὸς ἀρρήτων ἀγαθῶν ἐμπιπλῶνται. οὕτω γὰρ ἔσται κατὰ τὸν άπόστολον »ὸ θεὸς πάντα ἐν πᾶσιν«, τοῦ υἱοῦ τοὺς βασιλευομένους προσάγοντος αὐτῷ, ἵν ὅλον τοῦτο γένηται, λέγω δὲ τὸ »πάντα ἐν πᾶσιν« εἷναι τὸν πατέρα. ὡς γὰρ ἢν πρότερον ἐν τῷ υἱῷ κατὰ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ ὥ πατρί«, οὕτως ἔσται τότε καὶ ἐν πᾶσιν τοῖς ὑπὸ τῷ υἱῷ τελειωθεῖσιν.