ἀλλ’ ὁ καινὸς ἐξηγητὴς τῶν εὐαγγελικῶν μαθημάτων μηδὲν τούτων συνείς, ἐπάκουσον ὅπως γράφει λέγων αὐταῖς συλλαβαῖς τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν »τοῦτο ὑμᾶς σκανδαλίξει;« ἔφη »ἐὰν οὑν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ξωοποιεἷ, ἡ σὰρξ οὐδὲν ὠφελεἷ«. πρὸς ὃν ἢν εἰπεῖν· καὶ πόθεν σοι, ὢ γενναῖε, ἡ προοθήκη τῶν μὴ φερομένων ἐν τῇ εὐαγγελικᾑ τραφῇ; τὸ γὰρ τοῦ ἀνθρωπίνου σώματος ἁψάμενον τὸν σωτῆρα καὶ δείξαντα αὐτὸ τοῖς ὁρὥοιν εἰρηκέναι »τοῦτο ὑμᾶς σκανδαλίξει« παρὰ σαυτοῦ πλάττεις καὶ τὴν προσθήκην ἀπὸ σαυτοῦ ποιεῖσθαι τολμᾷς. ὃ δὴ τόλμημα παρ’ ἑαυτοῦ λαβὼν ἐντεῦθεν οἴεται παρασκευάζειν, ἔρημον τῆς ἐνεργείας τοῦ λόγου τὴν σάρκα τοῦ σωτῆρος καταλειφθήσεσθαι, λέγων εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μἐλλουοιν αἰὥοιν ὡς αὐτῷ λυσιτελοῦσαν ουνεἷναι τῷ λόγῳ; οὕτω μὲν οὖν ἀμαθῶς καὶ ἀνεπιστημόνως τὴν εὐαγγελικὴν παρερμηνεῦσαι φωνὴν ὡρμήθη. καὶ τῶν ἀποοτολικὥν δὲ ὁμοίως ῥημάτων διαστρόφους ἐξηγήσεις ἐποιεῖτο. αὐτίκα γοῦν ἐν ταῖς Πράξεσιν τῶν a̓ποότόλων τοῦ Πέτρου ὅπως τὴν τοῦ Χριστοῦ βασιλείαν ἀρχὴν μὲν εἰληφέναι τὴν ἀπὸ τετρακοσίων ἐτῶν τέλος δὲ ἕξειν ἐν τῇ συντελείᾳ διεβεβαιοῦτο, διαστρόφους ποιούμενος τὰς τῶν θείων γραφῶν ἑρμηνείας. περὶ τοῦ σωτῆρος ἡμῶν εἰρηκότος »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« , μὴ νοήσας τὴν τοῦ λόγου διάνοιαν ἐντεῦθὲν τὴν βασιλείαν τοῦ Χριστοῦ περιγράφειν πειρᾶται, ὅρον τινὰ φάσκων καὶ προθεομίαν τῆς βασιλείας αὐτοῦ δηλοῦσθαι ὁιὰ τὸ λέγεσθαι »ἄχρι χρόνων ἀποκαταστάσεως«.