ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«. ταῦτα καὶ τὰ τοιαῦτα μεστικώτερον αὐτοῦ διεξιόντος τινὲς τῶν αὐτοῦ μαθητῶν εἶπον »σκληρός ἐστιν ὁ λόγος, τίς δύναται αὐτοῦ ἀκούειν;« πρὸς οὓς ἀπεκρίνατο ὁ σωτὴρ λέγων »τοῦτο ὑμὰς σκανδαλίζει; ἐὰν οὗν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἁ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«. δι’ ὧν ἐπαίδευεν αὐτοὺς πνευματικῶς ἀκούειν τῶν περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ λελεγμένων· μένων· μὴ γὰρ τὴν σάρκα , φησίν, ἣν περίκειμαι νομίσητέ με λέγειν, ὡς δέον αὐτὴν ἐσθίειν, μηδὲ τὸ αἰσθητὸν καὶ σωματικὸν αἷμα πίνειν ὑπολαμβάνετέ με προστάττειν, ἀλλ’ εὖ ἴστε ὅτι »τὰ ῥήματά μου ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«, ὥστε αὐτὰ εἶναι τὰ ῥήματα καὶ τοὺς λόγους αὐτοὺς τὴν σάρκα καὶ τὸ αἷμα, ὤν ὁ μετέχων ἀεὶ ὡσανεὶ ἄρτῳ οὐρανίω τρεφόμενος τῆς οὐρανίου μεθέξει ζωῆς. μὴ δὴ οὖν, φησίν, σκανδαλιζέτω ὑμᾶς τοῦτο, ὃ 4 ff Joh. 6, 13. 14 — 6 Joh. 6, 30 — 8 Joh. 6, 31 — 10 Joh. 6, 12 Joh. 6, 35 — 13 Joh. 6, 41 — 14 Joh. 6, 51 — 15 Joh. 6, —56 — 23 Job. 6, CO — 24 Joh. 6, 61–63 bier a. R. ια΄ V | 15 μὴ üb. d. Ζ. V 2 | 18 κἀγὼ NT καὶ τώ V* καὶ ἐγώ V 2 | 29 φησίν ΚΙ vgl. Ζ. 35 | 33 αὐτοῦ V, corr. KI | 35 μὴ δοῦν V*, corr. V 2 περὶ βρώσεως τῆς ἐμῆς σαρκὸς καὶ περὶ πόματος τοῦ ἐμοῦ αἵματος εἴρηκα, μηδὲ ταραττέτω ὑμὰς ἡ πρόχειρος ἀκοὴ τῶν περὶ τῆς σαρκὸς καὶ αἵματος εἰρημένων μοι· ταῦτα γὰρ »οὐδὲν ὠφελει« αἰσθητῶς ἀκουόμενα, τὸ δὲ πνεῦμά ἐστιν τὸ ξωοποιοῦν τοὺς πνευματικῶς ἀκούειν δυναμένους.