ἐπάκουσον δ’ οὖν ὅπως ταῦτά φησιν εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθηκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα; ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῴ ἱερῶ, ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη· »βλέπομεν γὰρ ἄρτι« φησὶν »δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, δὲ πρόσωπον πρὸς πρόσωπον« καὶ τὰ ἑξῆς. ὥστε μή μου πυνθάνου περὶ ὡν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα· διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας γραφῆς ἐκείνης τῆς τῷ λόγῳ κοινωνησάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι. εἶθ’ ὁ μηδὲν λέγειν δύνασθαι ὁμολογῶν μηδὲ μεμαθηκέναι τι ἀπὸ τῆς γραφὴς. τοιαῦτα περὶ τῆς σαρκὸς ἀπεφήνατο, οὔτ’ ἀπὸ τῆς γραφὴς λαβὼν οὔτε ἀφ’ ἑτέρων παραλαβὼν οὔτε ἀπὸ τῆς ἐκκλησίας μαθών, ἑαυτῷ δὲ ἀναπλάσας καὶ τῆς οἰκείας ἐνθυμήσεως ἐπινοήσας ξένον καὶ τῆς ἀληθείας ἀλλότριον γέννημα, μηδὲ ἐν νῷ λαβὼν τὴν 6 Matth. 17, 2 — 10 Phil. 3, 21 — 13 II Kor. 5, 4 — 26 I Kor. 13, 12 1 hier a. R. θ' V Ι 8 συνεὶς m συνιεὶς V | 13 ἀλλ’ ἐπενδύσασθαι mr vgl. NT u. S. 173, 24 | 20 παρὰ V 2 u. and. St. περὶ V* | 26 εἰσόπτρου | | ἐν m | 29 γραφῆς str. V 2 u. and. St. | 33 ἀφ’ m ἀπὸ V | 35 μηδὲν ἐν V, corr. Kl λέγουσαν γραφὴν »μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, μή ποτε ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ« καὶ »οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν«. ὅρα δ’ οὖν ὅσῃ δυσσεβείᾳ περιπέπτωκεν.