Τάδε τὸ α′ περιέχει σύγγραμμα. αʹ ὅτι μάτην Σαβέλλιον διέβαλλεν Μάρκελλος τὰ ἴσα αὐτῷ δοξάζων. βʹ ὅτι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἡ Χριστοῦ χάρις τὴν περὶ πατρὸς καὶ υἱοῦ γνῶσιν ἐξαίρετον ἐδωρήσατο. γʹ ὅτι ποικίλως ἐσφάλησαν οἱ ἑτερόδοξοι ἐν τῷ περὶ υἱοῦ λόγῳ. δʹ ὅτι μάτην Χριστιανοὺς ἑαυτοὺς λέγουσιν οἱ μὴ ὑφεστάναι τὸν υἱὸν τοῦ θεοῦ ὁμολογοῦντες. εʹ ὅπως Μάρκελλος τὸν υἱὸν τοῦ θεοῦ ἠρνεῖτο τὴν Σαβελλίου αἵρεσιν μιμούμενος. ϛʹ ὅπως ἡ ἐκκλησία τοῦ θεοῦ πιστεύει. ζʹ ὅπως οἱ ἑτερόδοξοι διαφόρως τῆς περὶ τοῦ υἱοῦ θεολογίας ἐκπεπτώκασιν. η′ παράθεσις τῆς ὑγιοῦς καὶ ἐκκλησιαστικῆς ὀρθοδοξίας. θʹ ὅτι μὴ τοῖς πολλοῖς κτίσμασιν ὁμοίως καὶ ὁ υἱὸς ὑπέστη. ιʹ ὅτι μόνος ἐκ τοῦ πατρὸς γεννηθεὶς εἰκότως καὶ θεὸς καὶ μονογενῆς υἱὸς μόνος αὐτὸς ἀνείρηται. | ιαʹ ὅπως ἕνα θεὸν ἡ ἐκκλησία γνωρίζει, καίτοι τὸν υἱὸν θεὸν ἐκ θεοῦ εἶναι παραδεχομένη. ιβʹ ὡς ἄρρητος αὐτοῦ ἡ ἐκ τοῦ πατρὸς γέννησις. ιγʹ ὅτι ἀναγκαία καὶ σωτήριος τοῖς πᾶσιν ἡ τοῦ υἱοῦ ἐπιστασία. ιδʹ ὅτι εὐλόγως ἡ ἐκκλησία τὰ αὐτὰ φρονήσαντα Σαβελλίῳ Μάρκελλον ἀπεδοκίμασεν. ιεʹ ὁποίοις ῥήμασιν Μάρκελλος τὸν Σαβέλλιον ἔκοπτεν, προσποιούμενος μὴ τὰ ἴσα αὐτῷ φρονεῖν. ιςʹ ὅπως ἁλίσκεται διὰ τῶν αὐτοῦ φωνῶν τὰ αὐτὰ τῷ Σαβελλίῳ δοξάζων. ιζʹ ὅπως ἠρνεῖτο γυμνῇ τῇ κεφαλῇ τὴν ὑπόστασιν τοῦ υἱοῦ. ιηʹ ὅπως πρὸ τῆς ἐνανθρωπήσεως οὐδὲν ἕτερον ἔφασκεν εἶναι τὸν υἱόν, ἢ λόγον αὐτὸ μόνον ὅμοιον τῷ παρ’ ἀνθρώποις. ιθʹ ὅπως αἱ θεῖαι γραφαὶ οὐ μόνον λόγον ἀλλὰ καὶ μυρία ἕτερα καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὠνόμαζον τὸν υἱὸν τοῦ θεοῦ. κʹ παραθέσεις καὶ ἑρμηνεῖαι μερικαὶ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀποδείξεων ἐν ὅλοις λʹ κεφαλαίοις.