ὁ δ’ ὥσπερ τινὰ χέρσον ἑρπυ|στικῶν ἰοβόλων ἔμπλεω παριδὼν τὴν αὐτοῦ χώραν, τοῖς τοῦ θεοῦ λειτουργοῖς, εἰκῆ καὶ μάτην ἀναζέσας, ἐπαφῆκε τὸν θυμόν. καὶ τούτοις οὐ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς καὶ πάνυ θεοῦ χάριτι βίῳ τε καὶ φιλοσόφῳ πολιτείᾳ παρὰ τοῖς πᾶσιν ἐμπρέπουσιν· 〈καὶ οὐ τοῖς ζῶσιν〉 μόνοις, ἀλλὰ καὶ τοῖς ἐν Χριστῷ κεκοιμημένοις· καὶ τούτων ἐκείνοις, ὧν μάλιστα δι’ ἀρετὴν θεοσεβείας λόγων τε θείων ἀσκήσεως ἡ φήμη καθ’ ὅλης ὡς εἰπεῖν ᾄδεται τῆς οἰκουμένης. τούτων δὲ αὐτῶν οὐχ ἅπαξ ἐμνήσθη κακῶς, πολλάκις δὲ καὶ διαφόρως, τὰς κατ’ αὐτῶν διαβολάς τε καὶ συκοφαντίας ἀφειδῶς πεποιημένος.