Ἡ ὑπόθεσις αὐτῷ τῆς γραφῆς μισαδελφία κατέστη, τὸ δὲ ταύτης αἴτιον ζῆλος καὶ φθόνος, ἃ δὴ καὶ ἄλλους μυρίους εἰς κακῶν ἔσχατα κατεκρήμνισεν· ζῆλος γοῦν καὶ φθόνος ἀρχῆθεν ἀδελφοκτονίαν εἰργάσαντο. ἔνθεν ὁρμηθεὶς ὁ ἀνήρ, ἓν τουτὶ γράψας καὶ μόνον ὡς μήποτ’ ὤφελεν σύγγραμμα, εὐθὺς ἀρχόμενος ἀφ’ ἑστίας τοῖς ἁγίοις τοῦ θεοῦ λειτουργοῖς πολεμεῖν προὔθετο, ἀφέμενος τοῦ λέγειν τε καὶ γράφειν πρὸς τὸ μέγα καὶ πολὺ στῖφος τῶν τὴν αὐτοῦ χώραν λυμαινομένων αἱρεσιωτῶν, ὃ δὴ καὶ μάλιστα πράττειν ἐχρῆν (εἴπερ τις αὐτῷ παρῆν σωτηρίου λόγου δύναμις) ποιμένος ἀγαθοῦ δίκην ὥσπερ τινὰς λύκους καὶ θῆρας τοὺς ἐχθροὺς τῆς ἐκκλησίας τοῦ θεοῦ τοῦ Γαλατῶν ἔθνους ἀπελαύνοντα.