καὶ ἐπειδήπερ ἐνταῦθα παιδίον φησὶν γράψει αὐτοὺς, εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ έσται τὸ ὑπολειφθὲν ἐν Σιῶν καὶ τὸ καταλειφθὲν ἐν Ἰερουσαλὴμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν. ὥσπερ γοῦν ἐν ἐκείνοις τὸ καταλειφθὲν ὠνόμαστο, οἱ δ‘ αὐτοὶ γραφέντες ἦσαν εἰς ζωὴν, οὕτως καὶ ἐνταῦθα οἱ καταλειφθέντες ἀέ αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς. τοῦτο δὲ καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ, καὶ οἱ διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι, φησὶν, ἔσονται ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιδότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ. καὶ ὅρα γε εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἶ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες, οἱ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόδτολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἢ τῶν ἀρχόντων τοὐ ἐκ περιτομῆς λαοῦ τῶν πάλαι ἀδικούντων αὐτοὺς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεὸν, (ἐπείπερ κατὰ τὴν προφητείαν πεποιθότες ἦσαν ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ, ἐν ἀληθείᾳ, οὐ γὰρ ὑπούλως, οὐδὲ μεθ’ ὑποκρίσεως, σὺν ἀληθείᾳ δὲ ὅλους ἑαυτοὺς ἐπιδέδονται ἐλπίδι) οὐ μόνον προηλθον τῆς ἑαυτῶν χώρας, ἀλλὰ κατώρθωσαν τὸ προτεθειμένον. τεθειμένον.