^ri yi] γὰρ αὐτῶν, φησὶν, καταλειφθήσεται ἔρη- ’μὸς. τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ ἡ yrj ὑμῶν ἔρημος, αἶ πό- λεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν.” πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆ- ρος ἡμῶν; ἴως μὲν γὰρ οὐδέπω τὰς κατ’ αὐτοῦ τε- τολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ yrj αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι’ ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπι- σεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπὼν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, ἐξ ἐκείνου καὶ οὐ μετ’ οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸῬωμαίων εἰς ἔρη- μον κατέστησαν. καὶ τὸ γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σα- φῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν παριστάς. ἐπειδὴ γὰρ τοῦ σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις ἦν, ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς τῆς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν,” ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν φησι τὰς πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς χεῖς δέ τινας ἐξ αὐτῶν ὑπολειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους, οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται. πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἔτι φησὶν ἐπ’ αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι τὸ ἐπιδέκατον, καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. παρίστησι δὲ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν βαίνειν ἐπιτρέπεσθαι. τοῦτο δ’ οὖν αἰνιττόμενός φησιν ‟καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος, καὶ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.”