ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ δηλονότι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλὴμ”, δι’ οὓς καὶ εἰκότως ἀπὸ τῆς Ἱερουσαλὴμ λῆμ’ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας ὑπὲρ 21 Es. 4, 2. Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ τὴν προφητείαν λοῦ λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ, καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα. καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ’ ἣν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσι, καὶ τὰς τῆς καινῆς διαθήκης δι’ αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι φησάσῃ ἐμφανῶς ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ ὡς ἄρα τὸ καταλειφθὲν ἐν Σιῶν καὶ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται οἶ γραφέντες εἰς ζωήν; ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα ἐν βουλῇ μετὰ δόξης”, ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως εἰς δύναμιν καὶ δόξαν ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.” καὶ αὐτό γε τὸ γεγενημένον “ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτων μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ 7 Ps. 19, 4. 23 Ps. 68, 11. 25 Es. 6, 9. εἶπα, ἴως πότε, κύριε; καὶ εἶπεν, ἴως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ yrj καταλειφθῇς ἔται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς.” Oqu δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἶ κατα- καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγον- λέγονται. εἷεν δ’ ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μα- θῆταί ἐξ Ἑβραίων, εἰς πάντας ἀνθρώπους προελθόν- τες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες πολύ- χουν προσήνεγκαν τὸν καρπὸν, τὰς καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας· καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιτούτους μὲν πληθυνθήσεσθαι μό- νοῦς καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώ- σεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι.