περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι’ οὗ φησιν ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἔπι πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον,’ καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου, τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας ἐν αὐτῇ ταύτῃ, φησὶ, τῇ ἡμέρᾳ· ‘‘ὑψωθήσεται κύριος ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια·” μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπε- στράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἶ λοιποὶ πάντες ἄνθρωποι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν, καταπτύσαντες πάσης δεισιδαιμονίας. “τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησὶν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ ἃ ἐποίησαν, προσκυνεῖν τοῖς ματαίοις”· καθ’ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν, διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν. ἰδίως δὲ αὐθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει “ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος. γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν·” καὶ τὰ τούτοις ἑξῆς.