λέγει δ’ οὖν μετὰ τὸ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυ- 3 Es. 1, 30. 12 Es. 2, 1. 30 Es. 2, 2. ῥίου, καὶ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίον, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ.” Καὶ περὶ μὲν τῶν ἐθνῶν ἀπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἐξῆς οἷα ἐπιλέγει ἄκουε ‘ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτόν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν,” καὶ τὰ ἐξῆς τούτων ὄντα ὄντα πλείω, οἷς ἐπιφέρει “καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄυθρωπος, καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτοὺς, καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου δόξης αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Δι’ ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους.