καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτὴν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ’ ἃ ἐπικέληται τὸ ὄνομά μου ἐπ’ αὐτὰ, λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα.” 17 Amos 9, 9. κζ΄. ᾿Απὸ τοῦ Μιχαίου. Κατηγορία τῶν ἀρχῶν τῶν τοῦ Ἰουδαίων ἔθνους, καὶ δήλωσις Κατηγορία τῆς μητροπόλεως αὐτῶν, ἐπιφάνειά τε Χριστοῦ καὶ οἴκου θεοῦ τῆς ἐκκλησίας αὐτοῦ, λόγου τε καὶ νόμου πρόσοδος, καὶ τῶν ἐθνῶν ἁπάντων δήλωσις. 7, ‟Ἀκούσατε δὴ ταῦταοἱ ἡγούμενοι οῖκου|Ἱακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἶ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἶ οἰκοδομοῦντες Σιῶν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἶ προφῆται αὑτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ κύριος μεθ’ ἡμῶν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμὰς κακά. διὰ τοῦτο δι’ ὑμὰς Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων· καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶ- μεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ, ὅτι ἐκ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.” κή. ᾿Απὸ τοῦ Ζαχαρίου. Δήλωσις περὶ χριστοῦ παρουσίας, καὶ τῆς τῶν Ἰουδαίων πολεμικῆς παρασκευῆς ὄλεθρος, ἐθνῶν τε εἰρήνη καὶ βασιλεία κυρίου μέχρι τῶν περάτων τῆς οἰκουμένης. ‟Χαῖρε σφόδρα, θύγατερ Σιῶν, κήρυσσε, θύγαιερ Ἱερουσαλῂμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί 6 Mic. 8, 9. 30 Zach. 9, 9. δίκαιος καὶ σώζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, τόξον πολεμικόν· καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολῶν γῆς.” κθ΄. ᾿Απὸ τοῦ Μαλαχίου. Παραίτησις τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς κατὰ τόν Μώσεως νόμον σωματικῆς αὐτῶν θρησκείας ἄρνησις, τῆς διὰ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι παραδοθείσης πνευματικῆς λατρείας. ‟Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ’ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.” λ΄. ᾿Απὸ τοῦ Ἡσαίου. Tοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσις λόγου τε θεοῦ, καὶ νόμου καινοῦ, οἴκου τε αὐτοῦ φανέρωσις, καὶ τῶν ἐθνῶν ἁπάντων εὐσεβείας δήλωσις.