ἄρχοντας δὲ Σοδόμων, καὶ λαὸν Γομόρ- 22 Es. 1, 10. 27 Es. 1, 16. ρων δι’ ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, ὁ αὐτὸς παρέστησε παραχρῆμα εἰπὼν ‟αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος.” καὶ αὖθις δὲ ὑποβὰς λέγει “τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες ὅτι δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς, τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, δι’ ὃν καὶ μεθ’ ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προηγορευμένα. λζ΄. Τοῦ αὐτοῦ Ἡσαΐου. “Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ.”