ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος “ ‘Ησαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. οἷς αὖθις προστίθησι λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν 17 Rom. 9, 29. 21 Rom. 9, 27. 28 Rom. 11, 1. λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφὴ, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραὴλ, κύριε τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυ- σιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν, τοῦ λαβεῖν αὐτήν. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.” Ὅτι δ’ οὐκ εἰς ἄλλον καιρὸν, ἀλλ’ εἰς τὸν τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν- τείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος μετὰ τὸ φάναι “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν,” τὸν πάντα τῶν Ἰουδαίων λαὸν λαὸν Γομόρρας ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν ἄρχοντας Σοδόμων, ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν διὰ λουτροῦ παλιγγενεσίας, λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προρρήσει. λέγει δ’ οὖν ‘‘ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδόμων, προσέχετε νόμον θεοῦ λαὸς Γομόρρας, τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν;” καὶ τὰ ἐξῆς, ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ καὶ τοῦ σὺν τούτῳ κηρυττομένου βίου λέγων ‘λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· καὶ τὰ ἐξῆς.