εἶτα τὸ πᾶν ἔθνος ταλανίζων ἐπιφέρει ‘‘οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι.” Τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ’ αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ’ αὐτῶν προρρήσεως, ἑξῆς ἀπάρχεται φάσκων ‟ἡ γῆ ὑμῶν ἔρημος”, μὴ ἐρήμου καθ’ οὓς προεφήτευε χρόνους. ‟αἱ ὑμῶν πυρίκαυστοι·” μηδὲ τούτου πω γεγενημένου, ἀλλ’ οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι· καὶ ὅμως φησὶν “τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν” καὶ τὰ ἑξῆς. εἰ οὑν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. ἥ τε γὰρ θυγάτηρ Σιὼν, (αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιῶν ἐπιτελουμένη θρησκεία), ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον κίον ἐν σικυηράτῳ, καὶ εἴ τι τούτων ἐρημότερον· τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθί- 8 Es. 1, 3. οὖσι, τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων, αἴ τε πόλεις αὐτῶν πυρίκαυστοι γεγόνασι, καὶ γέγονεν Ἰερουσαλὴμ ἀληθῶς πόλις πολιορκουμένη. ἀλλ’ ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἱ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ’ ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἑ ’ξ αὐτῶν στάχυς τὰς ἐπ’ ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ’ αὐτῶν ἀπειλαῖς, “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.