Διὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἴου δαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ ‟εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν σπέρμα. τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντὸς, ὅπερ φησὶν κατ’ ἐκλογὴν χάριτος πεφυλάχθαι. περὶ οὗ ὑπολείμματος φέρε πάλιν τὰ ἀπὸ τῶν προφητῶν ἐξαπλώσωμεν, ὡς ἂν παρασταίη διὰ πλειόνων ὅτι μὴ ἀδιακρίτως παντὶ τῷ Ἰουδαίων ἔθνει τὴν τοῦ χριστοῦ παρουσίαν σωτήριον ἔσεσθαι ὑπέσχετο ὁ θεὸς, ἀλλ’ ὀλίγοις καὶ κομιδῆ σπανίοις τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκόσιν, ὥσπερ οὖν καὶ τὸ ἔργον ἀκολούθως ταῖς προρρήσεσιν ἐπηκολούθησεν. λς΄. ᾿Απὸ τοῦ Ἡσαΐου. Ὅτι μὴ εἰς πᾶν Ἰουδαίων ἔθνος, ἀλλ’ εἰς ὀλίγους αὐτῶν διήκει τὰ τῶν θείων ἐπαγγελιῶν. ‟Ἡ γῆ ὑμῶν ἔρημος, αἶ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ 23 Es. 1, 7. κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.” Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ ὅρασιν καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πὰν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων “ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοὐ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.’