καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προφητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τἀς προφητικὰς φωνὰς, αὐτόθεν 3 Hos. 2, 23. 12 Es. 42, 1. 6. 14 Es. 42, 4. 18 Es. 49, 8. EUSEBII κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἷναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους· δέδεικται γὰρ ἔμπα- λιν ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύσειν, τὰ δ’ Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτόν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσάντων, καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυτρώσεως δι’ αὐτοῦ τευξομένων· περὶ ὧν καὶ ὁ θαυμάσιος ἀπόστολος διδάσκει που λέγων ‟Ἡσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προεῖπεν Ησαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὧς Γόμορρα ἂν ὡμοιώθημεν.” οἶς μεθ’ ἕτερα ἐπιφέρει λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφὴ, ὧς ἐντυγχάνει τῷ θεῷ, λέγων περὶ τοῦ Ἰσραὴλ, κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν; ἀλλὰ τί λέγει ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους κισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ 21 Rom. 11, 1. Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατὰ ἐκλογὴν χάριτος γέγονεν.”