εἰ δὲ καὶ μέγα τί ἐστιν λαὸν εἶναί τε καὶ χρηματίζειν θεοῦ, καὶ ἴν γε τοῦτο τῶν μεγίστων θείων ἐπαγγελιῶν τυγχάνει, τὸ ὑπ’ αὐτοῦ λέγεσθαι περὶ τῶν ἀξίων αὐτοῦ ‟ἔσομαι αὐτ’ θεὸς, θεὸς, καὶ αὐτοὶ ἔσονται λαός ἐσεμνύνετό τε πρὶν εἰκότως ὁ Ἰσραὴλ ἐπὶ τῷ ὡς μόνος λαὸς ὢν τοῦ θεοῦ, ἀλλὰ καὶ τοῦτο τὸ ἀγαθὸν ἐπιδημήσας ὁ κύριος τοῖς ἔθνεσι χαριεῖσθαι ὑπισχνεῖται λέγων ‟ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ 5 Ps. 97, 2. 26 Jer. 31, 33. 30 Zach. 2, 10. σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν.· περὶ ὧν καὶ ἁρμόσει λέγεσθαι, ‘καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ. καὶ αὐτὸς ἐρεῖ, κύριος ὁ θεός μου εἶ σύ.” εἰ δὲ αὐτός ἐστι καὶ οὐδ’ ἄλλος ὁ Χριστὸς ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφισβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ’ αὐτῷ, ἀλλ’ οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ αὐτὸς ἦν ἡ προσδοκία τῶν ἐθνῶν. διὸ καὶ κρίσιν τοῖς ἄθνεσιν ἐξοίσειν λέγεται καὶ εἰς φῶς ἐθνῶν γενήσεσθαι· καὶ πάλιν ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι, καὶ εἰς σωτηρίαν δοθήσεσθαι οὐ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἕως ἐσχάτου τῆς γῆς. διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρὸς ‘ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους.” μαρτύριον δὲ τοῖς ἔθνεσί φησιν, ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτὸν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ’ αὐτὸν καταφεύξεσθαι.