εἰ δὲ καὶ πάλαι πρότερον ‘ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἱακὼβ, σχοίνισμα κληρονομίας Ἰσραὴλ,” ἀλλ’ ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται φήσαντος αὐτῷ τοῦ πατρὸς‘‘ αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. καὶ γὰρ κατακυριεύσειν οὐ τῆς Ἰουδαίας, ἀλλ’ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ περάτων τῆς οἰκουμένης προφητεύεται ‟πάντα τε ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. τούτου δὲ ἦν αἴτιον τὸ γνωρίσαι τῶν ὅλων θεὸν τὸ σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα εἰς τὴν ἀπὸ τῆς Ἑβραίων μεταβαλλόμενον φωνῆς σωτήριον ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ σωτήριον τοῦ θεοῦ ἢ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν. μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ εὐαγγελίῳ, ὃς λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας ἐπηύξατο ‟νῦν ἀπολύεις 12 Deut. 32, 9. 16 Ps. 2, 8. 19 Ps. 72, 11. 27. 30 Luc. 2, 29. δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ ψαλμῳδὸς ἐδήλου λέγων ‟ἐγνάρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.’ καὶ κατὰ τὸν Ἠσαίαν τοῦτ’ αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκθνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ Παλαιστίνην, ἀλλ’ ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον ἐπικαλεῖσθαι πάντας ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς, οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ τὸ ὄνομα κυρίου, καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἔνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους θυσίας διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ, οὐδ’ ἐν τῷ πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ’ ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας.