καὶ‘ ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ·” εἴτε ἐπὶ βασιλείᾳ τοῦ θεοῦ, ὡς ἂν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται· ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ θεὸς θεσπίζεται σπίζεται ‟εἴπατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσιν, κύριος ἐβασίλευσε·” καὶ πάλιν ‟ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη·” εἴτε ἐπὶ τὸ ἱερουργεῖν καὶ τῷ θεῷ λατρεύειν ἐξειλέχθαι αὀτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας λέγων ‟ἐνέγκατε τῷ κυρίῳ αἱ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν. μήν. ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. οἷς καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ συνάψεις λόγιον τὸ φῆσαν ‟ἔσται θυσιαστήριον τῷ κυρίῳ χώρᾳ Αἰγύπτου, . . . καὶ γνώσονται οἱ Αἰγύπτιοι 14 Deut. 32, 43. 15 Ps. 47, 9. 19 Ps. 96, 10. 20 Ps. 47, 8. 24 Ps. 96, 7. 28 Es. 19, 19. τὸν κύριον. καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.’ ἔνθα καὶ ἐπιστήσεις ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ ἐπὶ τῆς θυσιαστήριον τῷ κυρίῳ συστήσεσθαι, καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους καὶ εὔξεσθαι εὐχὰς, καὶ ἀποδώσειν τῷ κυρίῳ προφητεύεται. οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλὴμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη, καὶ αὐτοί γε οἶ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας ἀνακαλοῦνται.