Οἷς ἐπιλέγει “οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς· πεποίθατε ἀπὶ τῷὀνόματι κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ ὑμῶν. ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύσατε φλόγα. Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾖ ἐξξκαύεσατε. δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.” καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει “ἀκούσατέ μου, ἀκούσατέ μου· λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν.” λε΄ Ἐκ τοῦ αὐτοῦ. Ἔλεγχος τῶν ἀσεβημάτων τοῦ τῶν Ἰουδαίων ἐθνους καὶ ἀπόπτωσις Αὐτῶν τῆς εὐσεβείας, τῆς δὲ τῶν ἐθνῶν ἁπάντων κλήσεως Δήλωσις. “Μὴ οὐχὶ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι, ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; ἀλλὰ τὰ 5 Es. 50,1. 11 Es .50,10. 18 Es .51,4. 28 Es. 59 1. ἁμαρτήματα ὑμῶν διίστησιν ἀνάμεσον ὑμῶν, καὶ ἀνάμεσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεήσαι· αἶ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἶ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. οὐδεὶς λαλεῖ δίκαια, οὐδ’ ἔστιν ἡ κρίσις ἀλη- θινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι κενὰ, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν·