‟Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ μου ἐν ἡμέρᾳ κακῶν. πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν ὡς ψευδῆ ἐκτήσαντο οἶ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια· εἰ ποιήσει ἑαυτῶ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί. διὰ τοῦτο ἰδοὺ ἐγὼ δείξω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ, γνωριῶ αὐτοῖς τὴν χεῖρά μου καὶ τὴν δύναμίν μου· καὶ γνώσονται 9 Jer. 6, 16. 21 Jer. 16, 19. ὅτι ὄνομά μοι κύριος. ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν, ἡνίκα ἂν μνησθῶσιν τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, καὶ ὀρέων ἐν ἀγρῷ. ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὕψιστά σου διὰ τὰς ἁμαρτίας σου τὰς ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφεθήσῃ μόνη, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας σου, ἧς ἔδωκά σοι. καὶ κατασουλώσω σε τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾑ οὐκ ἔγνως· ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.” κς΄. ᾿Απὸ τοῦ Ἀμώς Τὰ περὶ τῆς εἰς πάντα τὰ ἔθνη διασπορᾶς τοῦ Ἰουδαίων ἔθνους, καὶ περὶ τῆς ἀνανεώσεως τῆς Χριστοῦ παρουσίας καὶ βασιλείας, καὶ τῆς ἐπ’ αὐτῇ γεγενημένης τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεως. ‟Ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ῥομφαίᾳ τελευτήσουσιν πάντες οἱ ἁμαρτωλοὶ τοῦ λαοῦ μου, οἶ λέγοντες, οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς τὰ κακά· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς,