‟Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ μὴ συλλογίζεσθε· ὅτι ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτὰ, καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς· καὶ εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην· τὰς ἀρετάς μου διηγεῖσθε. οὐ νῦν ἐκάλεσά σε Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα Ἰσραήλ. οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεως σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ’ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.” καὶ ἐν τοῖς ἑξῆς φησιν ‟ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς. ἐγὼ εἰμὶ, καὶ οὐκ ἔστιν ἄλλος· κατ’ ἐμαυτοῦ ὀμνύω, ἠ’ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ πὰν γόνυ κάμψει, καὶ ὀμεῖται πάσα γλῶσσα τὸν θεὸν τὸν ἀληθινὸν, λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διοιρίζοντες ἑαυτοὺς ἀπὸ τοῦ κυρίου·” 5 Es. 43, 18. 21 Es. 45, 22. Λδ΄. Τοῦ αὐτοῦ. Δήλωσις τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους παρουςίας καὶ ἔλεγχος τοῦ Ἰουδαίων ἔθνους, καὶ τοῖς ἔθνεσιν ἅπασιν ἀγαθῶν ἐπαγγελία. “οὕτω λέγει κύριος, ποπιον τὸ βιβλίον τοῦτο τοῦ ἀποσταςίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα Αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα την μητερα ὑμῶν· διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα.καὶ οὐκ ἦν ὁ ὑπακουςόμενος,” καὶ τὰ ἑξῆς.