τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνη πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἶ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέδψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὔτε ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἶ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ 4 Es. 2, 2. 19 Es. 17, 5. δένδρα, οὔτε τὰ βδελύγματα αὐτῶν τῇ ἡμέρᾳ ἐκείνῃ. ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἶ Εὐαῖοι ἀπὸ προσώ- που τῶν υἱῶν Ἰσραήλ. καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον· τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ.” λβ'. Τοῦ αὐτοῦ. Δήλωσις καθαιρέσεως τῶν Ἰουδαικῶν πόλεων καὶ τῆς τῶν ἐθνῶν κατὰ θεὸν εὐφροσύνης. “Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βου- Λὴν ἀρχαίαν, ἀληθινήν. γένοιτο κύριε, ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σὲ ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογή- σουσί σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη. καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο, πίονται εὐφροσύνην, πίονται οἶνον, χρί- σονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν, ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη· κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πὰν δάκρυον ἀπὸ παντὸς προσώπου, τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ὁ θεὸς ἀπὸ πάσης τῆς γῆς. τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.” 13 Es. 25, 1. λγ΄. Τοῦ αὐτοῦ. Ἀγάθων ἐπαγγελία τῇ πάλαι ἐρήμῳ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τοῦ τε Ἰουδαίων ἔθνους ἀπόγνωσις καὶ ἔλεγχος τῶν ἁμαρτιῶν αὐτῶν καὶ πάντων τῶν ἐθνῶν κλῆσις.