“Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἶ μισθωτοὶ τοῦ Ἐφραΐμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ, ὡς πρόδρομος σύκου· ὁ ἰδὼν αὐτὸ, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτὸ, θελήσει αὐτὸ κατα- πιεῖν. πιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως.” 1 Es. 24, 4. 10 Rom. 11, 5. 11 Es. 24, 12. 21 Es. 28, 3. Καὶ ἐνταῦθα τῷ καταλειφθέντι τοῦ λαοῦ, οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοὐ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῒμ ὁνομάζων. Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω, ὅτι ἐξ Ἰερουσαλὴμ ἔσοντ’ αἰ οἶ καταλελειμμένοι καὶ οἱ σωζόμενοι ἐξ ὅρους Σιῶν. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.” Τοὺς κατ’ ἐκλογὴν χάριτος καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν ῥίζαν κάτω καὶ ποιήσειν σπέρμα ἄνω προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας δασκαλίας αὐτῶν κατέβαλλον, ὡς ἐμπαγῆναι καὶ ῥι- ζῶσαι καθ᾿ ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν, ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο.