“ἀκούσατε νῆσοι, ἐγκαταλελειμμένοι καὶ ἐδυ- νώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαὼθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.” Ὄρα τίνα τρόπον καὶ ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ’ ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἶοι ἦσαν οἶ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀνθρώπων βίου. 22 Es. 21, 10. ‟Ἐπένθησαν οἶ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦ πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ κα- ταλειφθήσονται ἄνθρωποι ὀλίγοι.” Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προφητεύει. εἶεν δ’ ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ λεῖμμα κατ’ ἐκλογὴν χάριτος. ‟'Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἴκοι οἶ ἐγκαταλελειμμένοι ἀπολοῦνται. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρύγητός, οὔτοι φωνη̣ φωνησουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου.” Καὶ ἐνταῦθα οἶ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων.