καὶ ἑξῆς ἐπι- λέγει λέγει “καὶ ἔσονται οἱ καταλελειμμένοι καταλελειμμίνοι φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον.” Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγγελιῶν. “Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακὼβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθή- 15 Es. 13, 11. 29 Es. 17, 4. σονται. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυας ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου ἤ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἷ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐ μὴ πεποιτῶν ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.” Καὶ διὰ τούτων ἐναργῶς θεσπίζεται ἡ δόξα τοὐ Ἰσραὴλ, καὶ πάντα τὰ πίονα αὐτῶν καθαιρεθή- σεσθαι, ὀλίγοι δὲ αὖθις καὶ ἀριθμῷ ληπτοὶ ὡς ἂν ἐλαίας ἐν φυτῷ ῥῶγες βραχεῖς καταλ ειφθ ήσεσθαι καταλειφθήσεσθαι οὗτοι δ’ ἂν εἶεν οἱ ἐξ αὐτῶν εἰς τὸν κύριον ἡμῶν πεπιστευκότες. ἀκολούθως δὲ μετὰ τὰ περὶ ἐκείνων εἰρημένα περὶ παντὸς ἀνθρώπων γένους ἀποστραφησομένου τὴν κατὰ τὰ εἴδωλα πλάνην, ἐπιγνωσομένου δὲ τὸν θεὸν Ἰσραὴλ, προφητεύεται.