ἀνθ’ οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων “τοῦ κτήσασθαι (φηςὶν) τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὅ ἄν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸπ τῶν λοιπῶν πολεμίων ἐθνῶν.” τοῦτο δὲ τὸ καταλειφθὲν τοῦ λαοῦ ὑπόλοιπον ἀρεῖ, φησὶν, σημεῖον εἰς τὰ ἔθνη, σαφῶς δι’ αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πάσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, καὶ συνάξει δι’ αὐτῶν τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέντας εἶναι λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα. τρόπος δὲτοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας χρηματίζειν ποιεῖ. τὸ τοίνυν λεῖμμα κατ’ ἐκλογὴν χάριτος, καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἔνα λαὸν συνῆξε τῷ θεῷ, τὸν ἐκ τῶν τεσσάρων πτερύγων γῶν τῆς γῆς εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον.