σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ, πατὴρ δὲ ἦν οὗτος τοῦ Δαβὶδ, γένεσιν τοῦ χριστοῦ παριστὰς, ἐφ’ ᾑ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι’ αἰνίματος προφητικῷ τρόπῳ ἀναφωνεῖ. τὸ γὰρ “συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις σὺν ἐρίφῳ συναναπαύσεται,” καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ 13 Es. 10, 33. 22 Es. 11, 1. μηδὲν θηρίων διαφερόντων ἐθνῶν τὴν ἐπὶ τὸν εὐσεβῆ καὶ ἥμερόν τε καὶ κοινωνικὸν τρόπον μεταβολὴν ἐδήλου. τοῦτο δὲ αὐτὸ εἰς ὕστερον γυμνό- τερον διδάσκει φάσκων “ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας.” Καὶ ἔτι γε αὐτὸς ἑαυτὸν ἑρμηνεύων ὁ προφητικὸς λόγος ἐπιλέγει καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.” Ἐπειδὴ τοίνυν ἀνωτέρω μὲν τὴν ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐσήμαινεν ἐπικεκαλυμμένως, μετὰ δὲ ταῦτα τὴν τῶν ἐθνῶν κλῆσιν τοτέ μὲν κεκαλυμμένως, τοτὲ δὲ μυμνῶς, εἰκότως αὖθις ἐπαναλαμβάνων τὸν λόγον τῶν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν πιστευόν- των μνημονεύει, ὑπὲρ τοῦ μὴ πάντη ἀποκλεῖσαι αὐτῶν τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. “ἔσται μὲν γὰρ (φησὶν) ἀνιστάμενος ἄρχειν ἐθνῶν.”