‟Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμἐνη.” καὶ ἑξῆς ἐπιλέγει ῾πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;” καὶ ἐπὶ τούτοις ‟ἔσονται γὰρ ὡς τερέβινθος τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ 11. Mal. 1. 10. 23 Es. 1, 8. 21. 30. αἶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατα- καυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.” τούτοις ἅπασιν ἐπιλέγει καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων. καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῆ̣. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, ’μὸς, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ μέσον τῶν ἐθνῶν.” λά. ᾿Απὸ τοῦ αὐτοῦ. Καθαίρεσις τῆς δόξης τοῦ Ἰουδαίων λαοῦ, καὶ ἡ τῶν ἐθνῶν ἄπο τῆς εἰδωλολατρίας ἐπιστρόφη πρὸς ’τον τῶν ὀλῶν θέον τά τε περὶ τῆς ἐρημίας τῶν Ἰουδαικῶν πόλεων, καὶ περὶ τῆς εἰς τὸν θεὸν ἀπιστίας αὐτῶν. ‟Τάδε λέγει κύριος Σαβαὼθ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρων, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.