τοῦτο δὲ αὐτὸ πάλιν τὸ καταλειφθὲν οἱονεὶ τὸ σπέρμα τῆς ἀποπτώσεως τοῦ Ἰακὼβ γέγονε, πεποιθὸς ἐπὶ θεὸν ἰσχύοντα, καὶ αὐτὸ δὴ τοῦτο τὸ κατάλειμμα τοῦ παντὸς ἔθνους αὐτῶν γενομένου ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ’ οὐ κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ, τῆς παρὰ τῷ θεῷ σωτηρίας ἠξιώθη, ὥσπερ οὖν ἐμαρτύρησεν ὁ ἀπόστολος εἰπὼν “Hσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.” δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης, τῶν μὲν θεοφιλῶν λαμπόντων ὁμοίως τοῖς οὐ- 12 Es. 10, 20. ρανίοις φωστῆρσιν, οἶοι ἦσαν οἱ πάλαι, οἱ προφήται καὶ οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἶς ἐμαρτύρησεν εἰπὼν, ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου· τῶν δὲ γηγενῶν καὶ χαμαιπετῶν ἄμμῳ γῆς παραβαλλομένων. εἰκότως ἐν τούτοις ὁ προφητικὸς λόγος, ἐπὰν τὸ πὰν πλῆθος τῶν υἱῶν Ἰσραὴλ ἐκπεσούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς ὅλον δι’ ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται· σεται· περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται. ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ’ ὅλης τῆς οἰκουμένης ποιήσῃ, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰῶσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώπους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο.